Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.343 | Joseph. BJ 7.350 (English) | >>Joseph. BJ 7.357 |
7.347οὐδὲ γὰρ ἕως ἐστὶν ἐν σώματι θεωρεῖται · πρόσεισι γὰρ ἀφανῶς καὶ μὴ βλεπομένη πάλιν ἀπαλλάττεται , μίαν μὲν αὐτὴ φύσιν ἔχουσα τὴν ἄφθαρτον , αἰτία δὲ σώματι γινομένη
-- -- ὅτου γὰρ ἂν ψυχὴ προσψαύσῃ , τοῦτο ζῇ καὶ τέθηλεν , ὅτου δʼ ἂν ἀπαλλαγῇ , μαρανθὲν ἀποθνήσκει · τοσοῦτον αὐτῇ περίεστιν ἀθανασίας .
7.349ὕπνος δὲ τεκμήριον ὑμῖν ἔστω τῶν λόγων ἐναργέστατον , ἐν ᾧ ψυχαὶ τοῦ σώματος αὐτὰς μὴ περισπῶντος ἡδίστην μὲν ἔχουσιν ἀνάπαυσιν ἐφʼ αὑτῶν γενόμεναι , θεῷ δʼ ὁμιλοῦσαι κατὰ συγγένειαν πάντη μὲν ἐπιφοιτῶσι , πολλὰ δὲ τῶν ἐσομένων προθεσπίζουσι .
7.350τί δὴ δεῖ δεδιέναι θάνατον τὴν ἐν ὕπνῳ γινομένην ἀνάπαυσιν ἀγαπῶντας ; πῶς δʼ οὐκ ἀνόητόν ἐστιν τὴν ἐν τῷ ζῆν ἐλευθερίαν διώκοντας τῆς ἀιδίου φθονεῖν αὑτοῖς ;
7.351ἔδει μὲν οὖν ἡμᾶς οἴκοθεν πεπαιδευμένους ἄλλοις εἶναι παράδειγμα τῆς πρὸς θάνατον ἑτοιμότητος · οὐ μὴν ἀλλʼ εἰ καὶ τῆς παρὰ τῶν ἀλλοφύλων δεόμεθα πίστεως , βλέψωμεν εἰς Ἰνδοὺς τοὺς σοφίαν ἀσκεῖν ὑπισχνουμένους .
7.352ἐκεῖνοί τε γὰρ ὄντες ἄνδρες ἀγαθοὶ τὸν μὲν τοῦ ζῆν χρόνον ὥσπερ ἀναγκαίαν τινὰ τῇ φύσει λειτουργίαν ἀκουσίως ὑπομένουσι ,
7.353σπεύδουσι δὲ τὰς ψυχὰς ἀπολῦσαι τῶν σωμάτων , καὶ μηδενὸς αὐτοὺς ἐπείγοντος κακοῦ μηδʼ ἐξελαύνοντος πόθῳ τῆς ἀθανάτου διαίτης προλέγουσι μὲν τοῖς ἄλλοις ὅτι μέλλουσιν ἀπιέναι , καὶ ἔστιν ὁ κωλύσων οὐδείς , ἀλλὰ πάντες αὐτοὺς εὐδαιμονίζοντες πρὸς τοὺς οἰκείους ἕκαστοι διδόασιν ἐπιστολάς ·
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 7.343 | Joseph. BJ 7.350 (English) | >>Joseph. BJ 7.357 |